TLG 2192 002 :: [AGATHARCHIDES] :: Fragmentum [AGATHARCHIDES] Hist. Fragmentum Source: Müller, K. (ed.), FHG 3. Paris: Didot, 1841–1870: 197–198. frr. 1–3 Citation: Fragment — (line) | ||
t1 | ΠΕΡΣΙΚΑ. E. LIBRO SECUNDO. | |
1 | Plutarch. Par. min. c. 2: Ξέρξης μετὰ πεντακο‐ σίων μυριάδων Ἀρτεμισίῳ προσορμίσας, πόλεμον τοῖς ἐγχωρίοις κατήγγειλεν. Ἀθηναῖοι δὲ συγκεχυμένοι, κα‐ τάσκοπον ἔπεμψαν Ἀγησίλαον, τὸν Θεμιστοκλέους | |
5 | ἀδελφὸν, καίπερ Νεοκλέους, τοῦ πατρὸς αὐτοῦ, (καὶ) κατ’ ὄναρ ἑωρακότος ἀμφοτέρας ἀποβεβληκότα τὰς χεῖρας. Παραγενόμενος δὲ εἰς τοὺς βαρβάρους ἐν σχή‐ ματι Περσικῷ, Μαρδόνιον ἕνα τῶν σωματοφυλάκων ἀνεῖλεν, ὑπολαμβάνων Ξέρξην εἶναι. Συλληφθεὶς δὲ | |
---|---|---|
10 | πρὸς τῶν πέριξ, δέσμιος ἤχθη πρὸς τὸν βασιλέα. Βου‐ θυτεῖν δὲ τοῦ προειρημένου μέλλοντος ἐπὶ τῷ τοῦ ἡλίου βωμῷ, τὴν δεξιὰν ἀπέθηκε χεῖρα, καὶ ἀστενάκτως ὑπομείνας τὴν ἀνάγκην τῶν βασάνων, ἠλευθερώθη τῶν δεσμῶν εἰπών· «Πάντες μὲν τοιοῦτοι Ἀθηναῖοι· εἰ δ’ | |
15 | ἀπιστεῖς, καὶ τὴν ἀριστερὰν ἐπιθήσω.» Φοβηθεὶς δὲ ὁ Ξέρξης φρουρεῖσθαι αὐτὸν προσέταξε, καθάπερ ἱστο‐ | |
ρεῖ Ἀγαθαρχίδης Σάμιος ἐν δευτέρᾳ τῶν Περσικῶν. | 197 | |
t2 | ΦΡΥΓΙΑΚΑ. | |
2 | Plutarchus De fluv. 10: Γεννᾶται δ’ ἐν αὐτῷ (τῷ Μαρσύᾳ ποταμῷ) λίθος καλούμενος Μάχαιρα· ἔστι γὰρ σιδήρου παραπλήσιος· ὃν ἐὰν εὕρῃ τις τῶν μυστη‐ ρίων ἐπιτελουμένων τῆς θεᾶς, ἐμμανὴς γίνεται· καθὼς | |
5 | ἱστορεῖ Ἀγαθαρχίδης ἐν τοῖς Φρυγιακοῖς. | |
t3 | ΠΕΡΙ ΛΙΘΩΝ. E LIBRO QUARTO. | |
3 | Id. ib. 9: Γεννᾶται δ’ ἐν αὐτῷ (τῷ Μαιάνδρῳ) λίθος παρόμοιος κυλίνδρῳ. Ὃν οἱ εὐσεβεῖς υἱοὶ ὅταν εὕρωσιν, ἐν τῷ τεμένει τῆς μητρὸς τῶν θεῶν τιθέασι, καὶ οὐδέποτε χάριν ἀσεβείας ἁμαρτάνουσιν, ἀλλὰ φιλο‐ | |
5 | πάτορες ὑπάρχουσι, καὶ πρὸς τοὺς προσήκοντας συμ‐ παθοῦσιν, ὡς ἱστορεῖ Ἀγαθαρχίδης ὁ Σάμιος ἐν δʹ Περὶ λίθων. Μέμνηται δὲ τούτων ἀκριβέστερον Δημάρατος | |
ἐν δ’ Φρυγίας. | 198 |